Ancient Greek
113.1 to 113.2
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 113.1-2
Not analysed yet
(109)δυσουρίαις δὲ βοηθεῖ πινόμενα· ἀσπαράγου ἀγρίου ῥίζης ἀπόζεμα καὶ τὸ σπέρμα σὺν οἴνῳ, πάναξ σὺν μελικράτῳ ποιεῖ καὶ πρὸς ψωριῶσαν κύστιν, πολυγόνου χυλός, σαμψούχου ἀπόζεμα, σέσελι, σικύου ἡμέρου σπέρμα καθαρὸν σὺν γάλακτι ἢ γλυκεῖ καὶ πικροῖς ἀμυγδάλοις, ἢ αὐτὰ τὰ ἀμύγδαλα ἐν γλυκεῖ, σκορδίου χύλισμα ἐν οἴνῳ, σταφυλίνου ἀγρίου σπέρμα, φιλεταιρίου ῥίζης 〈· α′ ἐν κράματι, φοῦ ἀπόζεμα, χαμαιπίτυος ὁμοίως· χαμαιλέοντος λευκοῦ 〈· α′ ἢ β′ μετ’ ὀριγάνου ἀποζέματος ἢ οἴνου, ψευδοβουνίου κλωνία δ′ μεθ’ ὕδατος, ὠκίμου σπέρμα, ἁβροτόνου ὁμοίως ἀποζεσθὲν ἐν ὕδατι, ἄχρις οὗ τὸ τρίτον λειφθῇ· ἀγαρικοῦ 〈· α′ μετ’ οἴνου, γλυκυρρίζης ἀπόζεμα πινόμενον, ὀξυμυρσίνης 〈τῆς καὶ μυρσίνης〉 ἀγρίας ῥίζα ἀπεζεσμένη, δαμασωνίου ῥίζης 〈· α′ σὺν οἴνῳ, στρόβιλοι καθαροὶ μετὰ σικύου σπέρματος καὶ γλυκέος·