Ancient Greek
ΠΕΔΙΑΝΟΥ ΔΙΟΣΟΥΡΙΔΟΥΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΑΠΛΩΝ ΦΑΡΜΑΚΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 113
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 113.3
Not analysed yet
ἀνθυλλίου 〈· γ′ σὺν οἴνῳ, ἀνθεμίδος ῥίζα καὶ τὰ ἄνθη ὁμοίως, ἀσπαλάθου ἀπόζεμα ὁμοίως· ἀψίνθιον ἀποζεσθὲν σὺν σελίνου ῥίζη ἴσῃ 〈ἢ〉 σχοῖνος ἢ νάρδος ἢ μάραθον ἐν ὕδατι· βακχάριδος ἡ ῥίζα ἑψηθεῖσα ἐν ὕδατι, βουνίου τὰ φύλλα καὶ ἡ ῥίζα χυλισθέντα μετὰ μελικράτου, ἑλιχρύσου ἄνθος σὺν τοῖς φύλλοις ἐν οἴνῳ, ἑρπύλλου ἀπόζεμα ὁμοίως· σμυρνίου ῥίζα πινομένη ἐν οἴνῳ, ἠρύγγης ῥίζα μετὰ σταφυλίνου σπέρματος καὶ οἴνου, ἱπποσελίνου ῥίζα καὶ σπέρμα ὁμοίως·