Ancient Greek
113.4 to 113.5
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 113.4-5
Not analysed yet
καρδάμωμον μετ’ οἴνου ἢ ὕδατος, κάλαμος ἀρωματίτης μετὰ ἀγρώστεως ῥίζης ἢ σελίνου σπέρματος ἑψηθεὶς ἐν ὕδατι, κεδρίδες πινόμεναι μετὰ πεπέρεως καὶ οἴνου, κινάμωμον σὺν οἴνῳ, κουραλλίου 〈· α′, κλινοποδίου ἀπόζεμα ἐν ὕδατι, κυπαρίσσου τῶν φύλλων ὁ χυλὸς πινόμενος σὺν οἴνῳ, λεύκης τοῦ δένδρου ὁ φλοιὸς σὺν οἴνῳ, ἐξωνύχου τοῦ καὶ λιθοσπέρμου καρπὸς πινόμενος ὁμοίως· αἱματίτης λίθος ἐν οἴνῳ, μαράθου ἀφέψημα σὺν ὕδατι, μυριόφυλλον πινόμενον ὁμοίως, πτελέας ῥίζα σὺν γλυκεῖ, ὀνόβρυχις ἐν οἴνῳ, οἰνάνθης 〈ἡ〉 πόα καὶ ἡ ῥίζα, ὄνοι οἱ ὑπὸ ταῖς ὑδρίαις λεῖοι πινόμενοι, ὄρνιθος ἀπόπατος σὺν οἴνῳ. εἰς δὲ τὸν οὐρητικὸν πόρον ὑποτίθενται πρὸς ἐξουρισμὸν κόρεις 〈οἱ〉 ἀπὸ κλίνης λεῖοι.