Ancient Greek
ΠΕΔΙΑΝΟΥ ΔΙΟΣΟΥΡΙΔΟΥΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΑΠΛΩΝ ΦΑΡΜΑΚΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 121
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 121.1
Not analysed yet
(114)ποτὰ δὲ κοινὰ πρὸς ἑρπετὰ δίδοται· πέπερι σὺν ὄξει καὶ μηκωνίῳ, πηγάνου ἀγρίου σπέρμα, πλατάνου σφαιρία ὁμοίως, πολεμωνίου τοῦ καὶ φιλεταιρίου 〈· δ′ σὺν οἴνῳ, πυρῖτις 〈ἢ〉 πύρεθρον, πυτία νεβροῦ καὶ λαγωοῦ, σαγαπήνου 〈· α′, σελίνου σπέρμα σὺν σκορδίου 〈· β′, τοῦ δὲ χυλίσματος 〈· α′, σπαργανίου ῥίζα καὶ ὁ καρπός, συκαμίνου ὀπός, [τεύκριον] τευκρίου ῥίζης χυλός· ταῦτα σὺν οἴνῳ λαμβανόμενα· πυρῖτις κἂν ὑποζύγιον δηχθῇ, ἐγχυθεῖσα διὰ στόματος σὺν οἴνῳ ὑγιάζει.