Ancient Greek
ΠΕΔΙΑΝΟΥ ΔΙΟΣΟΥΡΙΔΟΥΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΑΠΛΩΝ ΦΑΡΜΑΚΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 122
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 122.1
Not analysed yet
(115)πρὸς δὲ τὰ τῶν ἔχεων δήγματα ποτὰ σὺν οἴνῳ λαμβανόμενα καὶ ἐν τροφῆς μέρει ἀνυτικώτατον βοήθημα ἐπ’ αὐτῶν ἡ σκοροδοφαγία καὶ ἀκρατοποσία, ὥστε ἂν ὑπομένῃ τις πλείονα βρῶσιν καὶ πόσιν μὴ χρῄζειν ἄλλου βοηθήματος. ποιεῖ καὶ χελώνης θαλασσίας αἷμα ξηρὸν σὺν κυμίνῳ ἀγρίῳ, πυτία λαγωοῦ, αἰδοίου ἐλάφου ἄρρενος 〈· α′ ξηροῦ, ἀκάνθης λευκῆς 〈σπέρμα〉, συκῆς φύλλα, ἀκόρου ῥίζα, φι〈λεταιρίου φύλλα〉 καὶ ἡ ῥίζα·