Ancient Greek
ΠΕΔΙΑΝΟΥ ΔΙΟΣΟΥΡΙΔΟΥΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΑΠΛΩΝ ΦΑΡΜΑΚΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 13
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 13.1
Not analysed yet
(14)πέψεις δὲ ποιεῖ ἀγαρικὸν διαμασώμενον καὶ καταπινόμενον ἀπὸ δείπνου χωρὶς τοῦ ἐπιρροφεῖν τι, ἀλόης 〈· α′ σὺν ὕδατι καὶ πρὸ τροφῆς, ἀρκευθίδες λεῖαι σὺν οἴνῳ, μήλων ἀπόβρεγμα, ξυλοβαλσάμου ἀπόζεμα μετὰ σεσέλεως, ἢ νάρδου Κελτικῆς μετὰ ὀξυδίου λημφθέν, σχοίνου ἄνθους ἀπόζεμα μετὰ ῥόδων ἄνθους πινόμενον, σέσελι πινόμενον.