Ancient Greek
ΠΕΔΙΑΝΟΥ ΔΙΟΣΟΥΡΙΔΟΥΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΑΠΛΩΝ ΦΑΡΜΑΚΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 12
Dioscurides Pedianus, Euporista 12
Not analysed yet
(13)στομάχου δὲ ἐμπνευματώσεις ὠφελεῖ πινόμενα καὶ τοὺς βραδυπεπτοῦντας μάλιστα· ἀγαλόχου 〈· α′ σὺν οἴνῳ, ἀριστολοχείας 〈· α′ σὺν οἴνῳ, σμυρνίου σπέρμα σὺν οἴνῳ, ἀκάνθης λευκῆς ῥίζα σὺν οἴνῳ, ἀγαρικὸν διαμασηθὲν ἐπιρροφουμένου ἀκράτου. πρὸς τὰς ἐμπνευματώσεις τοῦ στομάχου ῥάμνου τῆς ἀκανθώδους φύλλα λειώσας ἀνάπλασον τριωβολιαῖα 〈καὶ〉 δίδου ἓν τοῖς μὲν πυρέσσουσι μετὰ ὑδρομέλιτος κεκραμένου κο′ α′, ἀπυρέτοις δὲ μετ’ οἴνου κεκραμένου· ποιεῖ δὲ καὶ πρὸς εἰλεώδεις καὶ πᾶν ἄλγημα πνευματικὸν θαυμαστῶς· δι’ ἐρυγῶν 〈γὰρ〉 καὶ φυσῶν ὑγιεῖς γίνονται.