Ancient Greek
ΠΕΔΙΑΝΟΥ ΔΙΟΣΟΥΡΙΔΟΥΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΑΠΛΩΝ ΦΑΡΜΑΚΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 156
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 156.1
Not analysed yet
(152)κανθαρίδων δὲ ποθεισῶν βοηθεῖ ἔλαιον σὺν ὕδατι καὶ ἴρινον καὶ ῥόδινον, γάλα. φασὶν δέ τινες, ὅτι τὰ πτερὰ καὶ οἱ πόδες τῶν κανθαρίδων πινόμενα ἐν γλυκεῖ ἀντιφάρμακόν ἐστιν. ποιεῖ καὶ μήλινον ἔλαιον, πήγανον μετὰ ἰρίνου καὶ τὸ σπέρμα αὐτοῦ, ἐλάφου ἐκ τῆς πιμελῆς ζωμὸς λαμβανόμενος, γλήχων σὺν ὕδατι, λινόσπερμον συγκαθεψήσας αἰγὸς πιμελῇ ἢ προβάτου ἢ χηνὸς σαρκὶ ἐσθιέτωσαν. ἔγκλυζε δὲ γάλα, καὶ ἀμπέλου καυλοὺς τρίψας σὺν γλυκεῖ δίδου· σκορπιοειδὲς σὺν μέλιτι, Σαμίας 〈γῆς〉 〈· δ′ μετὰ σιραίου.