Ancient Greek
ΠΕΔΙΑΝΟΥ ΔΙΟΣΟΥΡΙΔΟΥΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΑΠΛΩΝ ΦΑΡΜΑΚΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 157
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 157.1
Not analysed yet
(153)βουπρήστεως δὲ λημφθείσης δίδου ἔλαιον χλιαρόν, ἰσχάδας τρίψας καὶ ἑψήσας 〈σὺν〉 οἴνῳ δίδου πιεῖν· ἢ γάλα σὺν φοίνιξι λείοις, ἀχράδας ξηρὰς πολλὰς σὺν οἴνῳ λείας, γάλα βόειον νεαρόν· [ἔλαιον χλιαρόν] οὖρον γυναικεῖον ἁρμόζει πινόμενον καὶ ἐξεμούμενον.