Ancient Greek
ΠΕΔΙΑΝΟΥ ΔΙΟΣΟΥΡΙΔΟΥΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΑΠΛΩΝ ΦΑΡΜΑΚΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 161
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 161.1
Not analysed yet
(157)πρὸς δὲ φρῦνον καὶ τὸν κωφὸν βάτραχον βοηθεῖ χελώνης θαλασσίας ἢ χερσαίας αἷμα ξηρὸν μετ’ οἴνου· δαμασωνίου ῥίζης προσφάτου σὺν ὄξει 〈· α′, ξηρᾶς δὲ 〈· β′ μετ’ οἴνου· ποιεῖ καὶ ἄκρατος πολὺς πινόμενος καὶ ἐξεμούμενος, καλάμων ῥίζα σὺν οἴνῳ, κύπερος σὺν οἴνῳ, καὶ δίωκε περιπά τοις ἢ δρόμοις χρώμενος καὶ λοῦε ἐν πυριατηρίοις· ἰδίως δὲ 〈ποιεῖ〉 πρὸς φρῦνον βάτραχος ἑφθὸς ἢ ὀπτὸς προσφερόμενος.