Ancient Greek
ΠΕΔΙΑΝΟΥ ΔΙΟΣΟΥΡΙΔΟΥΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΑΠΛΩΝ ΦΑΡΜΑΚΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 162
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 162.1
Not analysed yet
(158)ταυρείου 〈δὲ〉 αἵματος ποθέντος βοηθοῦσιν ὄλυνθοι σὺν ὄξει ποθέντες καὶ καθ’ ἑαυτούς, ὄξος, νίτρον σὺν σιλφίῳ, πυτία ἐρίφου ἢ λαγωοῦ μετ’ οἴνου, νίτρου 〈· α′ μετ’ οἴνου, κράμβης σπέρμα σὺν ὄξει, κονύζης φύλλα σὺν πεπέρει, [ἢ] βάτου χυλὸς σὺν ὄξει, καὶ φλεβοτομεῖν 〈δὲ〉 δεῖ κοιλίαν τε κινεῖν, ἐμέτους δὲ φυλάττεσθαι ὡς βλαβερούς.