Ancient Greek
ΠΕΔΙΑΝΟΥ ΔΙΟΣΟΥΡΙΔΟΥΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΑΠΛΩΝ ΦΑΡΜΑΚΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 163
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 163.1
Not analysed yet
(159)γάλακτος δὲ θρομβωθέντος ὠφελίμως δίδοται γλυκὺς πολύς, ὄλυνθοι σὺν ὄξει καὶ ὄξος, ὀπὸς σιλφίου σὺν ὀξυκράτῳ ἢ κονίᾳ, πυτία λαγωοῦ ἢ νεβροῦ ἢ ἐρίφου ἢ ἀρνὸς ἢ δορκάδος ἢ βουβάλου ἢ μόσχου σὺν ὄξει, γλυκὺς σὺν ὄξει, ἡδύοσμον σὺν ὄξει, καὶ κοιλίαν δὲ λύε· ἔνιοι δὲ ἡδύοσμον σὺν οὔρῳ διδόασιν· ὄξος χλιαρόν. ἁλυκὸν δὲ μηδὲν προσφέρειν· μᾶλλον γὰρ πήγνυται τὸ γάλα· ἀλλ’ οὐδ’ ἐμεῖν δεῖ διὰ τὸ δυσβοηθητότερον τοῦ αἵματος.