Ancient Greek
ΠΕΔΙΑΝΟΥ ΔΙΟΣΟΥΡΙΔΟΥΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΑΠΛΩΝ ΦΑΡΜΑΚΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 167
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 167.1
Not analysed yet
(163)ψιμυθίου δὲ ποθέντος ἔλαιον, μελίκρατον, σύκων ἀφέψημα σὺν ἐλαίῳ θερμῷ, γάλα· ἐμείτω δὲ αὐτό. ὄλυνθοι σὺν ὄξει, μολόχης ἀφέψημα σὺν ταῖς ῥίζαις, ἀμαράκινον, ἴρινον. σήσαμον λεῖον μετ’ οἴνου, κονία κληματίνη, περσέων ὀστᾶ σὺν ἐλαίῳ 〈ἢ〉 κριθῶν ἀφεψήματι, κόμμι κοκκυμήλων, πτελέας τὸ ἐν τοῖς θυλακίοις ὑγρόν. χρῆσθαι δὲ 〈δεῖ〉 μετὰ τοὺς ἐμέτους καὶ θαψίας χυλῷ ἢ σκαμμωνίας.