Ancient Greek
ΠΕΔΙΑΝΟΥ ΔΙΟΣΟΥΡΙΔΟΥΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΑΠΛΩΝ ΦΑΡΜΑΚΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 168
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 168.1
Not analysed yet
(164)ὑδραργύρου 〈δὲ〉 ποθείσης ἁρμόζει γάλα πινόμενον· ἐμείτω δὲ αὐτό· καὶ τὰ πρὸς λιθάργυρον δὲ ἀναγεγραμμένα ποιεῖ. ἄκρως δὲ βοηθοῦνται χρυσοῦ ἐλασμάτιον μικρόν τι καταπίνοντες περιφερές· περιχωνεύεται γὰρ τῷ χρυσῷ διὰ συγγένειαν καὶ συνολισθαίνει διὰ τῆς ἕδρας. ὅσα διὰ πείρας ἡμῖν, ὦ φίλτατε Ἀνδρόμαχε, τῶν ἁπλῶν φαρμάκων ἐν δυσὶ τόμοις συνειλοχότες ἀπεστάλκαμέν σοι.