Ancient Greek
ΠΕΔΙΑΝΟΥ ΔΙΟΣΟΥΡΙΔΟΥΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΑΠΛΩΝ ΦΑΡΜΑΚΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 23
Dioscurides Pedianus, Euporista 23
Not analysed yet
(24)συγχριόμενα δὲ μετ’ ἐλαίου λεῖα ἐπὶ τῶν μετὰ ῥίγους περιοδικῶν πυρετῶν ὠφελεῖ πρὸ τῆς ἐπισημασίας θάλποντα τὸ σῶμα καὶ ἱδρῶτας κινοῦντα· ἄγνου σπέρμα, λιβανωτίδος σπέρμα, ἁλὸς ἄνθος, συκίνη κονία, νίτρον ἢ ἀφρόνιτρον, δαφνίδες, πύρεθρον, σμυρνίου τοῦ ἱπποσελίνου καλουμένου σπέρμα· ὑπερικόν, καλαμίνθη, κάχρυ ὀλίγον, καστόριον, κόνυζα, κόστος, σαγαπηνόν, Κνίδιος κόκκος μετὰ νίτρου καὶ ἐλαίου καὶ ὄξους, λυκαψὸς σὺν ὕδατι θερμῷ· 〈ἔλαιον〉 σαμψούχινον, ἴρινον, μετώπιον, γλεύκινον, κύπρινον, χαμαίδρυς, χαμαίπιτυς, συκαμίνου ὀπός, σταφίς ἀγρία.