Ancient Greek
ΠΕΔΙΑΝΟΥ ΔΙΟΣΟΥΡΙΔΟΥΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΑΠΛΩΝ ΦΑΡΜΑΚΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 29
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 29.1
Not analysed yet
(29) αἵματος δὲ ἀναγωγὴν θεραπεύει πινόμενα· ἀγαρικοῦ τριώβολον ἐν οἴνῳ, ἀδιάντου χυλὸς καταρροφούμενος σὺν ὄξει ὅσον κύαθος α′, κἂν ἐκ διαστημάτων ἢ πάλιν, ἢ πολυγόνου χυλός, ἢ ἀειζώου ἢ ἀρνογλώσσου χυλὸς ὁμοίως, ἢ βάτου, ἢ ἀνδράχνης, ἢ ἑλίκων ἀμπέλου, ἢ βαλαύστιον σὺν ὀξυκράτῳ, ἢ ἡδυόσμου χυλὸς καθ’ ἑαυτὸν καὶ σὺν ὀξυκράτῳ ἢ ὕδατι· περικλυμένου χυλοῦ τριώβολον μετὰ ὕδατος, κυπαρίσσου σφαιρία σὺν ὕδατι λεῖα πινόμενα, Λυσιμάχειος πόα καὶ ὁ χυλὸς αὐτῆς, μυρίκης καρπὸς λεῖος καὶ ὁ φλοιὸς αὐτῆς, νάρθηκος ἐντεριώνη, οἰνάνθη ξηρά.