Ancient Greek
ΠΕΔΙΑΝΟΥ ΔΙΟΣΟΥΡΙΔΟΥΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΑΠΛΩΝ ΦΑΡΜΑΚΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 28
Dioscurides Pedianus, Euporista 28
Not analysed yet
(28)καρδιακοὺς δὲ ὠφελεῖ καταπτλασσόμενα κατὰ τοῦ στομάχου· βάτου φύλλα μετὰ κηρωτῆς ὀλίγης ἢ ἄρτου, 〈ἢ〉 μυρσίνης φύλλα, ἢ μύρτα, ἢ ἕλικες ἀμπέλου, ἢ ἀρνόγλωσσον σὺν ἄρτῳ ἢ κηρωτῇ ὀλίγη· 〈ἢ〉 μῆλα Κυδώνια, φοίνικες, σέρις ἀγρία καὶ ἥμερος. καὶ ἐνέματα δὲ ὠφελίμως παραλαμβάνεται πτισάνης χυλὸς ἐγκαθηψημένων ἀκροκωλίων ἢ ποδῶν μετ’ οἴνου, ἢ ᾠὰ ὠμὰ σὺν οἴνῳ. καταχρίεται δὲ αὐτῶν τὰ ἄκρα ὠφελίμως κηρωτῇ ὑγρᾷ μετὰ νάπυος λείου ἢ ξηρᾷ διεθείσῃ οἴνῳ.