Ancient Greek
36.1 to 36.2
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 36.1-2
Not analysed yet
(34) ῥήγματα δὲ καὶ σπάσματα ἰᾶται πινόμενα· ἁβροτόνου ἀπόζεμα καὶ τοῦ καρποῦ λείου 〈· α′ μετὰ ὕδατος, ἀγαρικοῦ @μετὰ ὑδρομέλιτος, ἀειζώου χυλός, ἀκάνθου τοῦ παιδέρωτος ῥίζα, ἀκόρου ῥίζης ἀπόζεμα καὶ αὐτὴ ἡ ῥίζα ξηρά, πολυγόνου χυλός, χαμαίδρυος ἀπόζεμα, νάρδου ἀγρίας ῥίζα ὁμοίως, [Κενταυρείου τοῦ μεγάλου ῥίζα ὁμοίως]· μολόχης ῥίζα μεθ’ ὕδατος, κλεονίκιον μετ’ οἴνου, σεσέλεως καρπὸς καὶ 〈ἡ〉 ῥίζα μετὰ οἴνου, ἀλθαίας ῥίζα, ἀλκέα σὺν μελικράτῳ, πηγάνου ἀγρίου σπέρμα ἐν οἴνῳ, ἁλίμου ῥίζης 〈· α′ ἐν μελικράτῳ, βρυωνίας ῥίζης χυλὸς ἐν μέλιτι ἐκλειχόμενος, ὑὸς ἄφοδος ὄξει διεθεῖσα καὶ ποθεῖσα, ἀριστολοχείας ῥίζα μετὰ πηγάνου, ἀρκευθίδες ε′ ἢ ϙ′ μέχρι η′ πινόμεναι σὺν μελικράτῳ·