Ancient Greek
ΠΕΔΙΑΝΟΥ ΔΙΟΣΟΥΡΙΔΟΥΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΑΠΛΩΝ ΦΑΡΜΑΚΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 35
Dioscurides Pedianus, Euporista 35
Not analysed yet
(33) ὑποθυμιώμενα δὲ ὠφελεῖ χρονίας βῆχας καὶ διὰ καλαμίνου σίφωνος καὶ ἄμβικος τετρημένου κατὰ τὸν πυθμένα, δι’ οὗ καὶ ὁ σίφων καθιέμενος ἀναπέμπει εἰς τὸ στόμα τὸν ἀτμόν· ἀρσενικὸν 〈καὶ〉 σανδαράκη λεῖα βραχέντα ὕδατι καὶ ἐμπλασθέντα τῷ τετρημένῳ ἄμβικι, περιτιθεμένου τῷ πυρὶ τοῦ ἄμβικος· βηχίου φύλλα θυμιώμενα, θεῖον ἄπυρον, κάλαμος ἀρωματίτης καθ’ ἑαυτὸν καὶ σὺν ῥητίνῃ τερμινθίνῃ, πρόπολις, σανδαράκη σὺν ῥητίνῃ [ἢ] τερμινθίνῃ, ἄσφαλτος, λιβανωτὸς σὺν ῥητίνῃ, σκίλλα ξηρά, ἐρύσιμον, ἔλαιον κέδρινον, Κενταυρείου ῥίζα, μαράθου καρπός.