Ancient Greek
ΠΕΔΙΑΝΟΥ ΔΙΟΣΟΥΡΙΔΟΥΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΑΠΛΩΝ ΦΑΡΜΑΚΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 38
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 38.1
Not analysed yet
(36) περιπνευμονικοὺς δὲ ὠφελεῖ δρακοντίου ῥίζα ἢ ἄρου ἑφθὴ ἐσθιομένη σὺν μέλιτι, κνίδης σπέρμα σὺν μέλιτι ἐκλειχόμενον, ἀμύγδαλα πικρὰ σὺν ὕδατι πινόμενα 〈ἢ〉 ἐκλειχόμενα σὺν ῥητίνῃ τερμινθίνῃ, βαλσάμου καρποῦ δραχμὴ μεθ’ ὕδατος, ἀψινθίου ἀπόζεμα ποθὲν μετὰ ἴρεως ἢ ὑσσώπου ὁμοίως, κνίδης φύλλα μετὰ πηγάνου ἀποζέματος ἢ σὺν μέλιτι ἐκλειχόμενα, πολυγόνου χυλὸς καταρροφούμενος συνεχῶς, ἢ μελίκρατον πινόμενον ἀπεζεσμένον.