Ancient Greek
ΠΕΔΙΑΝΟΥ ΔΙΟΣΟΥΡΙΔΟΥΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΑΠΛΩΝ ΦΑΡΜΑΚΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 39
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 39.1
Not analysed yet
(37) ἐπὶ δὲ τῶν λεγομένων ἀναφορικῶν ἄγει τὰ ἐκ θώρακος σκίλλη ὀπτὴ σὺν μέλιτι ἐκλειχομένη, σκόροδον ἑφθὸν καὶ ὀπτὸν 〈ἐσθιόμενον〉 καὶ τὸ ἐξ αὐτοῦ μυττωτόν, πευκεδάνου ῥίζης ὀπὸς ἐκλεικτός, πράσον κεφαλωτὸν καὶ πόδες ὕειοι συνεψόμενοι ῥοφήμασιν, ἢ πόλιον ὁμοίως· στοιχάδος ἀφέψημα, συμφύτου πετραίου ἀφέψημα σὺν μελικράτῳ, σῦκα ξηρὰ βρωθέντα σὺν ὑσσώπῳ καὶ τὸ ἀπόζεμα αὐτῶν μετὰ ὑσσώπου, χρυσοκόμης ἀφέψημα μετὰ ὑσσώπου.