Ancient Greek
ΠΕΔΙΑΝΟΥ ΔΙΟΣΟΥΡΙΔΟΥΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΑΠΛΩΝ ΦΑΡΜΑΚΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 40
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 40.2
Not analysed yet
ἐρυσίμου σπέρμα φωκτὸν σὺν μέλιτι ἢ πτισάνης χυλῷ καθεψηθέν, θαψίας ῥίζης ὀποῦ ὀβολοὶ δύο πινόμενοι μετὰ οἴνου ἢ ἐν ἑψήμασιν ἢ ἑψητοὶ λαμβανόμενοι, καρκίνοι σὺν τῷ ζωμῷ ἑφθοὶ ἐσθιόμενοι, βάτραχοι ὁμοίως, κραταιογόνου ῥίζα σὺν μέλιτι, μυρρίδος ῥίζα μετὰ ῥοφήματος· πίσσης ὑγρᾶς κυάθου πλῆθος ἐκλειχόμενον, πράσου χυλὸς ἢ πράσιον ἐκλειχόμενον, ῥᾶ σὺν ὕδατι, ἐλάφου στέαρ νεαρὸν καθεψηθὲν ἐν ῥοφήματι, βούτυρον σὺν μέλιτι ἑφθόν.