Ancient Greek
ΠΕΔΙΑΝΟΥ ΔΙΟΣΟΥΡΙΔΟΥΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΑΠΛΩΝ ΦΑΡΜΑΚΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 40
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 40.1
Not analysed yet
(38) φθισικοῖς δὲ ἁρμόζει ποτά· ἀγαρικοῦ ὀβολοὶ δύο μετὰ γλυκέος, ἀκάνθου τοῦ παιδέρωτος ῥίζαι μετὰ μελικράτου, ἀρνογλώσσου χυλὸς καὶ ἡ πόα ἐσθιομένη ἑφθή, ἀρκίου ῥίζης 〈· α′ μετὰ ὕδατος καὶ στροβίλων μ′ πινομένη, γάλα γυναικεῖον θηλαζόμενον ἢ αἴγειον ἢ προβάτειον ἢ βόειον πινόμενον, δαφνίδες λεῖαι σὺν μέλιτι ἐκλειχόμεναι·