Ancient Greek
ΠΕΔΙΑΝΟΥ ΔΙΟΣΟΥΡΙΔΟΥΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΑΠΛΩΝ ΦΑΡΜΑΚΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 43
Dioscurides Pedianus, Euporista 43
Not analysed yet
(41) πρὸς δὲ τοὺς ἐμπνευματουμένους μετὰ ἀλγήματος ποσοῦ καὶ διατάσεως ἁρμόζει πινόμενα· ἄμι σὺν ἀνήθου σπέρματι ξηρῷ μετὰ μελικράτου, καὶ τοῦ ξύλου αὐτοῦ τὸ ἀπόζεμα, λαπάθου ἀπόζεμα ἐν ὕδατι, Ἀσκληπιάδος ῥίζα μετὰ οἴνου· ἀψινθίου ἀπόζεμα δοθὲν μετὰ σεσέλεως καὶ νάρδου Κελτικῆς ἐν ὄξει ἢ ὕδατι, ξυλοβαλσάμου ἀφέψημα ἢ τοῦ καρποῦ σὺν οἴνῳ, Ἑλενίου ἀπόζεμα, ἠρυγγίου ῥίζης 〈· α′ μετ’ οἴνου, καστόριον σὺν ὄξει, κέστρου φύλλων 〈· α′, κόστου 〈· α′ μετ’ οἴνου καὶ ἀψινθίου, λιγυστικὸν σὺν ὕδατι, καὶ ἡ τῶν πταρμικῶν προσαγωγή.