Ancient Greek
ΠΕΔΙΑΝΟΥ ΔΙΟΣΟΥΡΙΔΟΥΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΑΠΛΩΝ ΦΑΡΜΑΚΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 45
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 45.1
Not analysed yet
(43) καταπλασσόμενα δὲ ὠφελεῖ τοὺς στροφουμένους· κύμινον λεῖον ἱκανὸν μιγὲν ὀροβίνῳ ἀλεύρῳ ὠμῆς λύσεως τρόπον. ὠφελεῖ δὲ καὶ τοῦτο· κάρυον βασιλικὸν πυρωθὲν σὺν τῷ κελύφει καὶ περιειληθὲν ἐρίῳ ἢ ὀθονίῳ καὶ ἐπιτεθὲν κατὰ τοῦ ὀμφαλοῦ, πίτυρα σὺν πηγάνου ἀποζέματι καὶ ὄξει, τῆλις ἢ λινόσπερμον σὺν μελικράτῳ, τέφρα θερμὴ βληθεῖσα εἰς τρυβλίον καὶ ζεσθεῖσα 〈ἐν〉 ὄξει· δεῖ δὲ περιτιθέντας ὠμόλινον διπλοῦν περικαθάπτειν τὸ τρυβλίον τῷ ἀλγοῦντι μέρει.