Ancient Greek
ΠΕΔΙΑΝΟΥ ΔΙΟΣΟΥΡΙΔΟΥΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΑΠΛΩΝ ΦΑΡΜΑΚΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 46
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 46.1
Not analysed yet
(44) κολικοὺς δὲ θεραπεύει πινόμενα· ἄμι μετ’ οἴνου, ἀλεκτορίδων ἄφοδος φωκτὴ μετ’ οἴνου, ἀρκευθίδες ἐσθιόμεναι καὶ πινόμεναι, ἰτέας καρπὸς καὶ τὰ φύλλα μετ’ οἴνου καὶ ὀλίγου πεπέρεως ἢ τὸ ἀφέψημα τῶν φύλλων, πετροσελίνου ἢ πολίου ἀφέψημα μετὰ ὕδατος, κοχλίας Λιβυκὸς σὺν τῷ ὀστράκῳ λεῖος μετὰ σμύρνης ὀλίγης καὶ πεπέρεως καὶ οἴνου ποθείς, τήλεως ἠλεσμένης κοχλιάρια δύο μεθ’ ὕδατος.