Ancient Greek
ΠΕΔΙΑΝΟΥ ΔΙΟΣΟΥΡΙΔΟΥΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΑΠΛΩΝ ΦΑΡΜΑΚΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 50
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 50.1
Not analysed yet
(48) δυσεντερικοὺς 〈δὲ〉 ὠφελεῖ μὲν καὶ τὰ πρὸς κοιλιακοὺς ἀναγεγραμμένα, ἰδίως δὲ μετ’ οἴνου λαμβανόμενα ἢ στύμματός τινος ἁρμόζει· ἀγαλόχου 〈· α′, λελίσφακος, Εὐπατορίου χυλὸς καὶ ἡ πόα, πενταφύλλου χυλὸς καὶ ἡ ῥίζα ξηρά, ὑποκιστίς, πρασίου χυλός, σιδηρίτιδος τῆς Ἡρακλείας φύλλα καὶ ἡ ῥίζα, ἰτέας ῥίζα, συμφύτου ῥίζα καὶ ὁ καρπὸς καὶ 〈τὰ〉 φύλλα·