Ancient Greek
ΠΕΔΙΑΝΟΥ ΔΙΟΣΟΥΡΙΔΟΥΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΑΠΛΩΝ ΦΑΡΜΑΚΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 50
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 50.2
Not analysed yet
ὀξαλλίδος ὁ καρπός, νυμφαίας 〈ὁ〉 καρπός, ἀλθαίας ῥίζης ἀφέψημα, Ἀχιλλείου πόας ἀφέψημα, βάτου χυλὸς καὶ τὸ ἀφέψημα τῶν καυλῶν, γάλα ἑφθὸν αἴγειον, ἀλκέας ῥίζα, γναφάλλιον σὺν οἴνῳ αὐστηρῷ, ἐλατίνη μετὰ λινοσπέρμου ἑψηθεῖσα καὶ πινομένη, ἐλάτης μυρεψικῆς ἀπόζεμα, Εὐπατορίου σπέρματος 〈· α′ σὺν οἴνῳ, κέρατος ἐλαφείου 〈· α′ μετ’ οἴνου καὶ μέλιτος προαφηψημένου ἐκλειχομένη, 〈ἱππούριδος χυλὸς μετὰ γλυκέος〉, ἱππομαράθου σπέρματος 〈· βϛ′ ἢ 〈· ε′, ἄνθη λευκοῦ κισσοῦ σὺν οἴνῳ πινόμενα δὶς τῆς ἡμέρας·