Ancient Greek
ΠΕΔΙΑΝΟΥ ΔΙΟΣΟΥΡΙΔΟΥΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΑΠΛΩΝ ΦΑΡΜΑΚΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 52
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 52.2
Not analysed yet
ῥοᾶς λέπη ἡψημένα ἐν οἴνῳ λεῖα σὺν κηρωτῇ, ῥοῦς βυρσοδεψικὴ σὺν κηρωτῇ, φοινικοβάλανοι ἢ αἱ καρυωτίδες σὺν μήλῳ Κυδωνίῳ καὶ κηρωτῇ, οἰνάνθη ἢ στυπτηρία σὺν ἀλόῃ καὶ ἀκακίᾳ καὶ φοίνιξιν καὶ ἀειζώου σπέρματι, περιστερᾶς κόπρος ξηρὰ σὺν σύκοις ἡψημένοις ἐν οἴνῳ· ἢ μελάνθιον σὺν κυμίνῳ καὶ θέρμοις πικροῖς καὶ νίτρῳ καὶ μέλιτι, ἢ κάρδαμον σὺν σιδίοις ἑφθοῖς καὶ κηρῷ καὶ ἀμόργῃ.