Ancient Greek
ΠΕΔΙΑΝΟΥ ΔΙΟΣΟΥΡΙΔΟΥΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΑΠΛΩΝ ΦΑΡΜΑΚΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 53
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 53.1
Not analysed yet
(51) ἐνίεται δὲ ἐπὶ κοιλιακῶν συμφερόντως καὶ δίδοται δὲ 〈αὐτοῖς〉 ἀμπέλου φύλλων 〈χυλὸς〉 καὶ [χυλὸς] ἀνδράχνης, ἀκακίας, ὑποκιστίδος, ἀρνογλώσσου χυλός, βαλαύστιον, μίλτος Σινωπικὴ μετά τινος τῶν στυφόντων ἀφεψήματος, λωτοῦ ἢ φηγοῦ πρισμάτων ἀφέψημα, ῥοὸς βυρσοδεψικῆς χύλισμα καὶ τὸ ἀφέψημα τῶν φύλλων, φακῆ μετὰ ῥόδων ἀφεψηθεῖσα· πτισάνη σὺν βάτων ἀφεψήματι ἢ μυρσίνης ἢ σφαιρίων κυπαρίσσου, καὶ καθ’ ἑαυτὰ δὲ τὰ ἀφεψήματα χωρὶς πτισάνης ἐνίεται ὠφελίμως.