Ancient Greek
ΠΕΔΙΑΝΟΥ ΔΙΟΣΟΥΡΙΔΟΥΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΑΠΛΩΝ ΦΑΡΜΑΚΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 54
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 54.2
Not analysed yet
μολύβδου σκωρία ἢ μολύβδαινα μετὰ μυρσινίνου, ἄσφαλτος σὺν πτισάνῃ τακεῖσα, στοίβης ἀπόζεμα σὺν οἴνῳ, γάρος ὁ ἀπὸ τῶν ἰχθύων ἐνιέμενος ἐπὶ τῶν μετὰ νομῆς καὶ ὁ ἀπὸ τῶν σιλούρων, κονία συκίνη στακτή, οὖρον παλαιόν, κυάμου Ἑλληνικοῦ τοῦ λέπους τὸ ἀφέψημα σὺν αἰγείῳ στέατι, Λυσιμαχείου χυλός, λωτοῦ ἢ φηγοῦ πρισμάτων ἀφέψημα σὺν αἰγείῳ στέατι, μελισσοφύλλου χυλός, μίλτος Σινωπικὴ σὺν ἀποζέματι στύφοντι ἢ ὀξάλμῃ.