Ancient Greek
ΠΕΔΙΑΝΟΥ ΔΙΟΣΟΥΡΙΔΟΥΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΑΠΛΩΝ ΦΑΡΜΑΚΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 55
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 55.1
Not analysed yet
(53) ἀποθεραπεύει δὲ τὰς ἐκ τῶν ἐπιτεταμένων ἐνεμάτων δήξεις γάλα ἐγχυματιζόμενον ἢ βούτυρον ἢ χόνδρου ἀφέψημα, ἢ ταύρειον στέαρ τεθεραπευμένον σὺν πτισάνης χυλῷ, ἢ ὀρνίθειον ὁμοίως ἢ χήνειον ἢ ἐλάφειον, ἢ μυελὸς ἐλάφειος ἢ μόσχειος καθ’ ἑαυτὸν χλιερὸς ἢ σὺν χυλῷ πτισάνης.