Ancient Greek
ΠΕΔΙΑΝΟΥ ΔΙΟΣΟΥΡΙΔΟΥΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΑΠΛΩΝ ΦΑΡΜΑΚΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 56
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 56.1
Not analysed yet
(54) ἐγκαθίσματα δὲ ἐπὶ κοιλιακῶν καὶ δυσεντερικῶν ἐστι ταῦτα· γάρος σιλούρων ἢ ἰχθύων μετ’ ὄξους κραθείς, ῥοὸς βυρσοδεψικῆς ἀφέψημα, ῥοᾶς λεπῶν ἀφέψημα, στεμφύλων ὁμοίως, καὶ πάντα τὰ τῶν στυφόντων ἀφεψήματα. ἁρμόζει δὲ θερμοῖς ἐγκαθέζειν ἐπανιέντας τὸν δακτύλιον καὶ ἐγχρονίζοντας καὶ διαστέλλοντας τὰ πυγαῖα.