Ancient Greek
ΠΕΔΙΑΝΟΥ ΔΙΟΣΟΥΡΙΔΟΥΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΑΠΛΩΝ ΦΑΡΜΑΚΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 58
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 58.3
Not analysed yet
ἐρύσιμον σὺν μελικράτῳ, θείου ἀπύρου κοχλιάριον ἐπιπασσόμενον ὕδατι ἢ 〈μετ’ ᾠοῦ〉 ῥοφούμενον, ἱππομαράθου ῥίζα ἢ καρπὸς πινόμενος, καλαμίνθης ἀπόζεμα, κέστρου 〈· α′ μετ’ οἴνου, κονύζης φύλλων 〈· α′ μετ’ οἴνου, κυκλαμίνου 〈· γ′ μεθ’ ὕδατος —κατάκλινε δὲ ἐν θερμῷ οἴκῳ καὶ πλείοσιν ἱματίοις χρῷ· χολώδη γὰρ ἱδρῶτα ἐκκρινεῖ —,λιβανωτίδος ἀπόζεμα μετὰ περίπατον σὺν ἐρεβίνθοις, καὶ ἡ ῥίζα δὲ σὺν οἴνῳ·