Ancient Greek
ΠΕΔΙΑΝΟΥ ΔΙΟΣΟΥΡΙΔΟΥΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΑΠΛΩΝ ΦΑΡΜΑΚΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 58
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 58.4
Not analysed yet
λειχὴν ὁ ἐπὶ τῶν πετρῶν διαχριομένου τοῦ στόματος καὶ τῆς γλώττης, ὀξυμυρσίνης ῥίζης ἀπόζεμα σὺν οἴνῳ, μυρίκης ἀπόζεμα σὺν οἴνῳ, ὄνοι οἱ ὑπὸ ταῖς ὑδρίαις ἓξ σὺν οἴνῳ, ὀξαλλίδος ῥίζαι ἑψηθεῖσαι σὺν οἴνῳ, ὀπόφυλλον σὺν ταρίχει καὶ οἰνομέλιτι ἐσθιόμενον, σεύτλου ῥίζαι ἑφθαὶ ἢ ὀπταὶ ἐσθιόμεναι, πενταφύλλου τῶν φύλλων χυλὸς πινόμενος ταχέως ὑγιάζει, πόλιον ἐν οἴνῳ λευκῷ, σκίλλης ἑφθῆς ⟨· α′ σὺν ὀξυμέλιτι ἐκλειχομένη καὶ πινομένη μετὰ μελικράτου·