Ancient Greek
ΠΕΔΙΑΝΟΥ ΔΙΟΣΟΥΡΙΔΟΥΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΑΠΛΩΝ ΦΑΡΜΑΚΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 59
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 59.1
Not analysed yet
(57) εἰς δὲ τοὺς ῥώθωνας ἐγχεόμενα ἐπὶ ἰκτερικῶν καθαίρει· κυκλαμίνου χυλὸς κατεχόμενος ἐν ἡλίῳ, ὅστε χολὴν ἄγειν, ἐλατήριον μετὰ γάλακτος ἐν βαλανείῳ ὄντος ἐν τῇ ἐματῇ τοῦ πάσχοντος ἐγχεόμενον, πρασίου χυλὸς ἐν μελικράτῳ ἐγχεόμενος ταῖς ῥισί, μελάνθιον κεκομμένον καὶ ὄξει· βεβρεγμένον ἐκπιεσθέντος τοῦ χυλοῦ καὶ εἰς τὰς ῥῖνας ἐγχεομένου. λουέσθωσαν δὲ ὀξάλμης ἢ ὀριγάνου ἢ Ὀσίρεως ῥίζης ἀπόζεμα τῷ λουτρῷ μίσγοντες· ἀλειφέσθωσαν δὲ ἀμυγδαλίνῳ καὶ λαχάνων ἀπεχέσθωσαν.