Ancient Greek
58.5 to 58.7
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 58.5-7
Not analysed yet
στρουθίου ῥίζα σὺν μέλιτι ἐκλειχομένη καὶ πινομένη μετὰ μελικράτου, στρύχνου τοῦ χαμαιζήλου 〈τοῦ〉 λεγομένου ἁλικακκάβου χυλὸς πινόμενος μετ’ οἴνου, ὑακίνθου καρπὸς σὺν ἁβροτόνῳ πινόμενος, χαμαιπίτυος ἀφέψημα σὺν ὕδατι, χαμαικίσσου 〈· α′ μετ’ οἴνου ἐπὶ ἡμέρας ϙ′ ἢ ζ′, αἷμα σκύλακος κυνὸς σὺν ὀξυκράτῳ πινόμενον —τοῦτο δὲ καὶ ὑδρωπικοὺς ὠφελεῖ —· βρύον τὸ ἐπὶ τῶν ἐνύδρων λίθων καρύου βασιλικοῦ μέγεθος μετ’ οἰνομέλιτος πινόμενον πλῆθος κυ′ ϙ′ ἐπὶ ἡμέρας γ′. ἄλλο καὶ τοῦτο καλῶς ποιοῦν· ἀφρονίτρου 〈· β′ βρέξας οἴνῳ Ἀμινναίῳ κυ′ β′ καὶ πρὸ ἡμέρας ἐξαιθριάσας δίδου νήστει ἐπὶ ἡμέρας β′ ἢ γ′. θεραπεύει δὲ καὶ ἄρκου χολῆς κυάμου Ἑλληνικοῦ τὸ μέγεθος καταπινόμενον, μελίας καρποῦ 〈· α′ σὺν οἴνῳ —συλλέγεται δὲ φθινοπώρου καὶ ἀποτίθεται —,δαφνίδων ἢ σμύρνης 〈· α′ σὺν οἴνῳ, κρόκου 〈· α′ μετὰ μέλιτος ἐκλειχομένη, ἑλξίνης ἀπόζεμα ἢ χυλὸς σὺν οἴνῳ, χελιδονίου χυλὸς ἢ ἀφέψημα σὺν οἴνῳ, λιβανωτίδος τῆς ῥωσμαρίνου Ῥωμαιστὶ καλουμένης ἀφέψημα μεθ’ ὕδατος.