Ancient Greek
ΠΕΔΙΑΝΟΥ ΔΙΟΣΟΥΡΙΔΟΥΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΑΠΛΩΝ ΦΑΡΜΑΚΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 6
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 6.1
Not analysed yet
(5)πρὸς δὲ τὰ ἀλγήματα τοῦ στομάχου ποιεῖ γάλα γυναικεῖον ἢ βόειον ἢ ὄνειον θηλαζόμενον, ἢ πινόμενον [ἢ] κόχλαξι συναφεψόμενον, γεντιανῆς 〈· α′ μεθ’ ὕδατος, μαστίχης κοχλιάριον ἓν καθ’ ἡμέραν πινόμενον ἢ διαμασώμενον τοῦ χυλοῦ καταπινομένου, ἡδυόσμου κλωνίων τριῶν φύλλα σὺν ὀξείας ῥοᾶς χυλῷ καταρροφούμενα, γλήχων μετ’ ὀξυκράτου.