Ancient Greek
ΠΕΔΙΑΝΟΥ ΔΙΟΣΟΥΡΙΔΟΥΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΑΠΛΩΝ ΦΑΡΜΑΚΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 7
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 7.1
Not analysed yet
(6)πρὸς δὲ τοὺς δηγμοὺς τοῦ στομάχου τερμίνθου φύλλα ἀφηψημένα, ὁμοίως σκορδίου χύλισμα, σόγχου χυλὸς μετὰ στροβιλῶν καὶ καρύων πικρῶν καὶ σικύου 〈ἀγρίου〉 σπέρματος, κῶνοι ἐσθιόμενοι καθ’ ἑαυτούς. (7) καταπλασσόμενα δὲ ὠφελεῖ ἀλγήματα στομάχου· μελίλωτον ἐν οἴνῳ ἑφθὸν μετὰ τηλίνου ἀλεύρου ἢ γύρεως, Κυθώνιον ἑφθὸν σὺν οἰνάνθῃ, [ἢ] πήγανον σὺν μέλιτι.