Ancient Greek
ΠΕΔΙΑΝΟΥ ΔΙΟΣΟΥΡΙΔΟΥΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΑΠΛΩΝ ΦΑΡΜΑΚΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 63
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 63.1
Not analysed yet
(61)τήκουσι δὲ συντόμως σπλῆνας· ἄσπληνος, ἣν καὶ ἡμιόνιον καλοῦσιν, ἡ πόα μετ’ ὄξους, λογχῖτις ὁμοίως μετ’ οἴνου· περικλυμένου καρποῦ 〈· α′ μετ’ οἴνου ἐπὶ ἡμέρας λ′ ποτιζομένη τήκει, χαμαίκισσος μετ’ οἴνου, πευκέδανον μετ’ ὀξυμέλιτος τήκει, 〈ἀκόνης〉 Ναξίας τοῦ πρὸς αὐτὴν ἀκονηθέντος σιδήρου τὸ ἀπότριμμα μετ’ ὄξους, ἁλκυονίου Μιλησίου %μετὰ ὕδατος, βρυωνίας ῥίζης 〈· α′ μετ’ ὄξους ἐπὶ ἡμέρας λ′ τήκει σπλῆνα·