Ancient Greek
ΠΕΔΙΑΝΟΥ ΔΙΟΣΟΥΡΙΔΟΥΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΑΠΛΩΝ ΦΑΡΜΑΚΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 63
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 63.2
Not analysed yet
Ἀμμωνιακοῦ θυμιάματος 〈· α′ μετ’ ὀξυκράτου —αἷμα δὲ ἄγει δι’ οὔρων —,ἀριστολοχείας 〈· α′ μετ’ ὀξυκράτου, ἀσπλήνου τοῦ σκολοπενδρίου καλουμένου τὸ ἀπόζεμα μετ’ ὄξους ἐπὶ ἡμέρας λ′· τήκει βαλάνου μυρεψικῆς 〈· α′ μετ’ ὀξυκράτου —ἔστιν 〈δὲ〉 κακοστόμαχος καὶ ἐμετικὴ —,ξυλοβαλσάμου ἀπόζεμα μετ’ οἴνου, βουνίου τὰ φύλλα καὶ ἡ ῥίζα χυλισθεῖσα σὺν ὀξυμέλιτι, ἐρυθροδάνου καρπὸς καὶ ἡ ῥίζα σὺν οἴνῳ, ἴρεως 〈· α′ σὺν ὀξυκράτῳ, σὰρξ ἐχίνου χερσαίου ἐσκελετευμένη μετ’ οἴνου, σμυρνίου σπέρμα μετ’ οἴνου, θέρμων ἀπόζεμα καθ’ ἑαυτό·