Ancient Greek
63.4 to 63.6
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 63.4-6
Not analysed yet
λεπίδος σιδήρου 〈· α′ μετ’ ὄξους, λογχίτιδος σὺν ὄξει ἀποζεσθείσης τὸ ἀπόζεμα, μίλτου Λημνίας 〈· α′ σὺν ὀξυκράτῳ, μυρίκης ἀπόζεμα ἢ τὸ σπέρμα σὺν οἴνῳ ποθέν, καὶ ποτηρίῳ 〈τῷ〉 ἀπὸ τοῦ μυρικίνου ξύλου ὠφελίμως χρήσαιτο ἄν τις ἐν αὐτῷ πίνων καὶ κανῷ τῷ ἐκ ῥάβδων μυρικίνων πεπλεγμένῳ εἰς τὴν τῶν ἄρτων ἐπίθεσιν· ποιεῖ καὶ νάρδος Κελτικὴ σὺν ἀψινθίῳ, νυμφαίας σπέρμα ἢ ῥίζα σὺν ὄξει τήκει· σέρεως καρποῦ 〈· α′ σὺν ὄξει, πόλιον σὺν ὄξει, σαγαπηνοῦ 〈· α′ σὺν ὀξυκράτῳ, στρουθίου 〈· α′ σὺν ὀξυμέλιτι, πολεμωνίου ῥίζα σὺν οἴνῳ, πορφύρας πῶμα σὺν οἴνῳ, σελίνου σπέρμα πινόμενον, καὶ ἡ πόα 〈δὲ〉 ἑψηθεῖσα 〈ἐν〉 οἴνῳ σὺν ὀξυκράτῳ· ὕδωρ τὸ ἀπὸ τῶν χαλκείων, ὅπου τὸν πεπυρωμένον σίδηρον ἀποβάπτουσι· σκίλλης ὀπτῆς 〈· α′ σὺν ὀξυμέλιτι, Τευκρίου ἐνηψημένου ἐν ὀξυκράτῳ τὸ ἀπόζεμα, ῥο〈ὸς χυλο〉ῦ 〈· δ′· σκίλλαν 〈πηλῷ〉 περιπλάσας ὄπτησον καὶ καθάρας τρῖψον καὶ ἀναπλάσας ἐξ αὐτῆς καταπότια δίδου ἓν τῆς ἡμέρας σὺν μελικράτῳ· χαμαίδρυος ἀφέψημα σὺν μελικράτῳ, 〈καὶ〉 γίνεται δὲ ἐκ τῶν φύλλων αὐτῆς καταπότια καὶ δίδοται· τραγοριγάνου ἀπόζεμα μετὰ ἅλατος καὶ ὄξους, ἑρπύλλου ὁμοίως.