Ancient Greek
ΠΕΔΙΑΝΟΥ ΔΙΟΣΟΥΡΙΔΟΥΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΑΠΛΩΝ ΦΑΡΜΑΚΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 63
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 63.3
Not analysed yet
καππάρεως ὁ ἐκ τῶν ἀπίων καρπὸς ἐπὶ ἡμέρας λ′ μετ’ οἴνου καὶ ἡ ῥίζα ὁμοίως —ἄγει δὲ ὁμοίως αἷμα καὶ διὰ κοιλίας καὶ οὔρων —,κέστρου 〈· α′ μετ’ ὄξους, κηκὶς ὀμφακίνη σὺν ὀξυκράτῳ, ὀριγάνου ἀπόζεμα, κουραλλίου 〈· α′ σὺν ὕδατι, κράμβη ὠμὴ μετ’ ὄξους ἐσθιομένη, κροκοδιλείου ῥίζα πινομένη —αἷμα δὲ ἄγει διὰ ῥινῶν —,κυκλαμίνου τῆς κισσανθέμου καρποῦ λεανθέντος πεπείρου καὶ εἰς τροχίσκους ἀναλημφθέντος ξηροῦ 〈· α′ μετ’ οἴνου ἐπὶ ἡμέρας μ′ τήκει κούφως ἐξαιρουμένου καὶ κατὰ κοιλίαν ἐκδιδομένου·