Ancient Greek
ΠΕΔΙΑΝΟΥ ΔΙΟΣΟΥΡΙΔΟΥΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΑΠΛΩΝ ΦΑΡΜΑΚΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 64
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 64.3
Not analysed yet
λαπάθου ἀγρίου ῥίζα σὺν ὄξει, λινόσπερμον ἢ τῆλις φυραθέντα ἐν ὄξει μιγείσης καππάρεως ῥίζης ἢ μυροβαλάνου ἢ νίτρου, Κυδώνια μῆλα σὺν κηρωτῇ, μυρίκης φύλλα λεῖα σὺν ῥοδίνῳ ἢ κηρωτῇ, πόλιον σὺν ὄξει, στυπτηρία σὺν μέλιτι, κυκλάμινος μετ’ ὄξους ἑφθὴ καταχριομένη, κροκόμαγμα μετ’ ὄξους καταχριόμενον· σποδὸς ἡ ἀπὸ χαλκείου ἀναλημφθεῖσα σὺν ὄξει ἢ ῥοδίνῳ, ἄχρι γλοιωθῇ·