Ancient Greek
ΠΕΔΙΑΝΟΥ ΔΙΟΣΟΥΡΙΔΟΥΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΑΠΛΩΝ ΦΑΡΜΑΚΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 64
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 64.4
Not analysed yet
τῆλις καὶ νᾶπυ καὶ εὔζωμον καὶ κάρδαμον καὶ σμύρνα καὶ ἄσβεστος, ἴσα μετὰ ἰξοῦ· δεῖ δὲ θερμαίνειν τὸν ἰξὸν καὶ οὕτως τὰ λοιπὰ μειγνύναι· [καὶ] ἄνησσον 〈καὶ〉 νίτρου ἀφρὸς καὶ ἄσβεστος, ἴσα μέλιτι ἀναλημφθέντα· ἢ τῆλις καὶ νᾶπυ καὶ εὔζωμον καὶ κάρδαμον καὶ ἄσβεστος, ἴσα σὺν μέλιτι ἢ ὄξει ἢ κονίᾳ· ἄσβεστος καὶ σμύρνα ἴσα μετ’ ἐλαίου· θέρμαινε δὲ τὸ ἔλαιον καὶ οὕτως τὰ λοιπὰ μίσγε.