Ancient Greek
ΠΕΔΙΑΝΟΥ ΔΙΟΣΟΥΡΙΔΟΥΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΑΠΛΩΝ ΦΑΡΜΑΚΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 65
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 65.4
Not analysed yet
πηγάνου ἀφέψημα σὺν ὄξει πινόμενον· σικύου ἀγρίου ῥίζα ἐν οἴνου ἐρρητινωμένου κο′ β′· δεῖ δὲ λαμβάνειν ἐκ τούτου κυ′ γ′ ἢ δ′ παρ’ ἡμέρας γ′ ἢ δ′, ἕως ἂν ἱκανῶς ὁ ὄγκος σταλῇ· μαλακῶς 〈δὲ〉 ὑδαρὲς ὑποχωρεῖ καὶ οὔτε στόμαχον λυμαίνεται καὶ τὰς δυνάμεις τηρεῖ· καρκίνοι ποτάμιοι ξηροὶ λεῖοι χωρὶς τῶν χηλῶν καὶ ποδῶν μετ’ ὀλίγου ὀπίου καὶ ὕδατος πινόμενοι·