Ancient Greek
65.5 to 65.6
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 65.5-6
Not analysed yet
κουράλλιον μετὰ στυπτηρίας ἴσης καὶ χυλοῦ καλαμίνθης, σίου ἀφέψημα σὺν οἴνῳ, σκίλλης ὀπτῆς 〈· α′ σὺν ὀξυμέλιτι, μυττωτὸν ἐσθιόμενον καὶ σκόροδον ἑφθὸν ἀντὶ δριμυφαγίας, ἐχίνου χερσαίου σὰρξ σκελετευθεῖσα καὶ διδομένη μετ’ οἴνου, ὀπόφυλλον πινόμενον μετ’ οἴνου· οὖρον αἰγὸς μετὰ νάρδου στάχυος πινόμενον κυ’ β′ πλῆθος καθ’ ἡμέραν νήστεσιν —δι’ οὔρων δὲ [καὶ] κενωθήσεται πλῆθος ἰκανόν—, οὖρον συάγρου ὁμοίως· σκίλλα χυλισθεῖσα μιγέντος ὀροβίνου ἀλεύρου, δίδου δὲ 〈· α′ σὺν οἴνῳ πίνειν· πόλιον σὺν οἴνῳ ζεσθέν, σαμψούχου ἀπόζεμα, πήγανον σὺν σύκῳ ἐσθιόμενον. ἐπὶ δὲ τῶν κατὰ σάρκα σταφυλίνου ἀγρίου σπέρμα σὺν οἴνῳ, χαμαίδρυος ἀφέψημα, βράθυ ξηρὸν λεῖον σὺν οἴνῳ διουρεῖν ποιεῖ, τριφύλλου ῥίζης 〈· β′ ἐν ὕδατι ἢ ἐν οἴνῳ·