Ancient Greek
ΠΕΔΙΑΝΟΥ ΔΙΟΣΟΥΡΙΔΟΥΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΑΠΛΩΝ ΦΑΡΜΑΚΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 66
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 66.1
Not analysed yet
(65)καταπλασσόμενα δὲ ὑδρωπικοὺς ὠφελεῖ· βολβοὶ μετὰ μέλιτος —οὗτοι δὲ ἱκανῶς στέλλουσιν —,ἀψίνθιον ἢ ὕσσωπον μετὰ σύκου ἢ ὄξους καὶ αἰρίνου ἀλεύρου· βόλβιτα ξηρὰ θερμανθέντα σὺν ὀξυκράτῳ καὶ μέλιτι· προσέμπασσε δὲ θείου ἀπύρου 〈τὸ〉 τέταρτον μέρος· σπύραθοι αἴγειαι ἑψηθεῖσαι ἐν οὔρῳ παιδὸς ἀφθόρου· θέρμινον ἄλευρον καὶ κισσοῦ φύλλα ἑψηθέντα ἐν οἴνῳ λεῖα· ἢ σύκων διπλάσιον πρὸς κυπαρίσσου καὶ νίτρου 〈ἴσον〉·