Ancient Greek
ΠΕΔΙΑΝΟΥ ΔΙΟΣΟΥΡΙΔΟΥΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΑΠΛΩΝ ΦΑΡΜΑΚΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 65
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 65.8
Not analysed yet
κρότωνας ὡρίμους τρίψας λ′ δίδου μεθ’ ὕδατος —εἰσὶ δὲ λίαν κακοστόμαχοι —· ὠφελεῖ καὶ αἷμα σκύλακος κυνὸς σὺν ὀξυκράτῳ πινόμενον· πίνεται δὲ ὠφελίμως ὑακίνθου σπέρματος 〈· α′ ἐν τρισὶν ἡμικοτυλίοις οἴνου λευκοῦ· ἄγει δὲ δι’ οὔρων πολλάκις ξε′ Ϙ′· δεῖ δὲ τὸν οἶνον χλιαίνειν καὶ τὸ ἄνθος κόπτειν καὶ ὡς ἄλφιτα ἐπιπάσσειν καὶ οὕτως ποτίζειν· εἰώθασι 〈δέ〉 τινες τῷ ἄνθει δέρματα βάπτειν.