Ancient Greek
ΠΕΔΙΑΝΟΥ ΔΙΟΣΟΥΡΙΔΟΥΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΑΠΛΩΝ ΦΑΡΜΑΚΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 68
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 68.2
Not analysed yet
ἡλιοτρόπιον τὸ μικρὸν πινόμενον, κάρυα βασιλικὰ πολλὰ βρωθέντα, κορίου σπέρμα ὀλίγον ποθὲν μετ’ ἐλαίου καὶ σιραίου —προσέχειν δὲ δεῖ τῷ πλήθει —,χαμαιλέοντος λευκοῦ ὀξυβάφου πλῆθος μετὰ οἴνου 〈αὐστηροῦ〉 καὶ ὀριγάνου ἀφεψήματος, χαλκάνθου 〈· α′ σὺν μέλιτι ἐκλειχομένη· πεπέρεως, [καὶ] καρδάμου ἀνὰ 〈· α′, νίτρου, σκαμμωνίας ἀνὰ 〈· α′ δίδου προσκοροδοφαγηκότι ἐπὶ ἡμέρας γ′· ἐπιπινέτω δὲ ἅλμης κυ′ β′.